Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.113 Joseph. AJ 7.117 (English) >>Joseph. AJ 7.121

7.115τοῦ δὲ παιδὸς προσκυνήσαντος ἐπί τε τοῖς λόγοις καὶ ταῖς δωρεαῖς, καλέσας τὸν Σιβὰν τὸν πατρῷον οἶκον ἔλεγε δεδωρῆσθαι τῷ παιδὶ καὶ πᾶσαν τὴν Σαούλου κτῆσιν, αὐτόν τε ἐκέλευσεν ἐργαζόμενον αὐτοῦ τὴν γῆν καὶ προνοούμενον ἁπάντων τὴν πρόσοδον εἰς Ἱεροσόλυμα κομίζειν, ἄγειν τε αὐτὸν καθʼ ἑκάστην ἡμέραν ἐπὶ τὴν αὐτοῦ τράπεζαν αὐτὸν Σιβὰν καὶ τοὺς υἱοὺς αὐτοῦ, ἦσαν δʼ οὗτοι πεντεκαίδεκα, καὶ τοὺς οἰκέτας αὐτοῦ τὸν ἀριθμὸν ὄντας εἴκοσι τῷ παιδὶ χαρίζεται Μεμφιβόσθῳ. 7.116ταῦτα διαταξαμένου τοῦ βασιλέως μὲν Σιβὰς προσκυνήσας καὶ πάντα ποιήσειν εἰπὼν ἀνεχώρησεν, δὲ Ἰωνάθου παῖς ἐν Ἱεροσολύμοις κατῴκει συνεστιώμενος τῷ βασιλεῖ καὶ πάσης ὡς υἱὸς αὐτοῦ θεραπείας τυγχάνων· ἐγένετο δʼ αὐτῷ καὶ παῖς, ὃν Μίχανον προσηγόρευσε. 7.117

Καὶ οἱ μὲν περιλειφθέντες ἐκ τοῦ Σαούλου γένους καὶ Ἰωνάθου τούτων ἔτυχον παρὰ Δαυίδου τῶν τιμῶν. τελευτήσαντος δὲ κατʼ ἐκεῖνον τὸν χρόνον τοῦ τῶν Ἀμμανιτῶν βασιλέως Ναάσου, φίλος δʼ ἦν οὗτος αὐτῷ, καὶ διαδεξαμένου τὴν βασιλείαν Ἀννὼν τοῦ παιδός, πέμψας Δαυίδης πρὸς αὐτὸν παρεμυθήσατο πρᾴως τε φέρειν ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς παραινῶν καὶ τὴν αὐτὴν φιλίαν διαμενεῖν, πρὸς ἐκεῖνον ἦν, τούτῳ προσδοκᾶν. 7.118οἱ δὲ τῶν Ἀμμανιτῶν ἄρχοντες κακοήθως ἀλλʼ οὐ κατὰ τὸν Δαυίδου τρόπον ταῦτʼ ἐδέξαντο, καὶ παρώτρυναν τὸν βασιλέα λέγοντες κατασκόπους πεπομφέναι τῆς χώρας Δαυίδην καὶ τῆς αὑτῶν δυνάμεως ἐπὶ προφάσει φιλανθρωπίας, φυλάττεσθαί τε συνεβούλευον καὶ μὴ προσέχειν τοῖς λόγοις αὐτοῦ, μὴ καὶ σφαλεὶς ἀπαρηγορήτῳ συμφορᾷ περιπέσῃ.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.113 Joseph. AJ 7.117 (English) >>Joseph. AJ 7.121

Powered by PhiloLogic